Ancient Greek
(2)περὶ ΒΑΣΙΛΕΙΑΣ β.
Dio Chrysostomus Soph., Orationes 29-2
Not analysed yet
τυχὸν δὲ καὶ πρὸς τοῦτο ἱκανὸς Ὅμηρος. ἦ γάρ, εἶπεν ὁ Φίλιππος, πρὸς κιθάραν συμφωνῆσαί τινά σοι δοκεῖ ἂν τῶν Ὁμήρου; καὶ ὁ Ἀλέξανδρος γοργὸν ἐμβλέψας ὥσπερ λέων, Ἐγὼ μέν, εἶπεν, ὦ πάτερ, οἶμαι πρέπειν πολλὰ τῶν Ὁμήρου ἐπῶν πρὸς σάλπιγγα ᾅδεσθαι,μὰ Δίʼ οὐ τὴν ἀνακαλοῦσαν, ἀλλὰ τὴν ἐποτρύνουσαν καὶ παρακελευομένην, οὐχ ὑπὸ γυναικείου χοροῦ λεγόμενα ἢ παρθένων, ἀλλʼ ὑπὸ φάλαγγος ἐνόπλου, πολὺ μᾶλλον ἢ τὰ Τυρταίου παρὰ τοῖς Λάκωσιν.