Ancient Greek
(2)περὶ ΒΑΣΙΛΕΙΑΣ β.
Dio Chrysostomus Soph., Orationes 30
Not analysed yet
ἐνταῦθα ἐπῄνεσεν ὡς καλῶς αὐτὸν εἰπόντα ὁ Φίλιππος καὶ ἀξίως τοῦ ποιητοῦ. οὐκοῦν, ἦ δʼ ὅς, καὶ τοῦτο, οὗπερ νῦνἐμνήσθημεν, Ὅμηρος ἐπιδείκνυσιν. τὸν γοῦν Ἀχιλλέα πεποίηκεν ὑστερίζοντα ἐν τῷ στρατοπέδῳ τῶν Ἀχαιῶν οὐδὲ ἐρωτικὰ μέλη ᾅδοντα· καίτοι φησί γε ἐρᾶν αὐτὸν τῆς Βρισηίδος· ἀλλὰ κιθάρᾳ μὲν χρῆσθαι, μὰ Δίʼ οὐκ ὠνησάμενον οὐδὲ οἴκοθεν ἄγοντα παρὰ τοῦ πατρός, ἀλλὰ ἐκ τῶν λαφύρων ἐξελόμενον, ὅτε εἷλετὰς Θήβας καὶ τὸν Ἠετίωνα ἀπέκτεινε τὸν τοῦ Έκτορος κηδεστήν.