Ancient Greek
(17)ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.
Dio Chrysostomus Soph., Orationes 31-12
Not analysed yet
ὅταν γὰρ οἴωνται τοὺς λελειτουργηκότας ἢ τοὺς μέλλοντας ἑαυτοῖσδεῖν συμβουλεύειν, κἂν ᾖ τις γυμνασίαρχος ἢ δημιουργός τις, τῷ τοιούτῳ μόνῳ λέγειν ἐπιτρέπωσιν ἢ νὴ Δία τοῖς καλουμένοις ῥήτορσιν, ὅμοιόν ἐστιν ὥσπερ ἂν εἰ τοὺς κήρυκας ἐκάλουν μόνους ἢ τοὺς κιθαρῳδοὺς ἢ τοὺς τραπεζίτας. τοιγαροῦν ἄνθρωποι παρίασι καὶ ἀνόητοι καὶ δοξοκόποι καὶ πρὸς τὸν ἀπὸ τοῦ πλήθουσθόρυβον κεχηνότες, οὐδὲν ἀπὸ γνώμης ἀσφαλοῦς οὐδὲ συνέντες λέγουσιν, ἀλλʼ ὥσπερ ἐν σκότει βαδίζοντες κατὰ τὸν κρότον ἀεὶ καὶ τὴν βοὴν φέρονται.