Ancient Greek
(17)ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.
Dio Chrysostomus Soph., Orationes 32-9
Not analysed yet
καίτοι κυβερνήταις εἴ τις λέγοι ὥστε ζητεῖν ἐξ ἅπαντος ἀρέσκειν τοῖς ἐπιβάταις, καὶ κροτουμένοις ὑπʼ αὐτῶν, ὅπως ἂν ἐκεῖνοι θέλωσιν, οὕτως κυβερνᾶν, οὐ μεγάλου τινὸς αὐτοῖς δεήσει χειμῶνος, ὥστε ἀνατρέψαι. πολλάκις γοῦν ἄγροικος ἄνθρωπος ναυτιῶν ἢ γύναιον, ἐὰν ἴδῃ πέτρας, γῆν ἑωρακέναι δοκεῖ καὶ λιμένα, καὶ δεῖται προσσχεῖν.