Ancient Greek · ~7 min
31 to 36
Dio Chrysostomus Soph., Orationes 31-2-36
Not analysed yet
καὶ οὕτω δὴ Διὸς παῖδας ἐκάλουν οἱ πρότερον τοὺς τῆς ἀγαθῆς παιδείας ἐπιτυγχάνοντας καὶ τὰς ψυχὰς ἀνδρείους, πεπαιδευμένους ὡς Ἡρακλέα ἐκεῖνον. οὐκοῦν ὅστις ἂν ἐκείνην τὴν παιδείαν ἔχῃ καλῶς πεφυκώς, ῥᾳδίως καὶ ταύτης γίγνεται μέτοχος, ὀλίγα ἀκούσας καὶ ὀλιγάκις, αὐτὰ τὰ μέγιστα καὶ κυριώτατα, καὶ μεμύηται καὶ φυλάττει ἐν τῇ ψυχῇ. καὶ οὐδεὶς ἂν αὐτόν τι τούτων ἀφέλοιτο οὔτε καιρὸς οὔτε ἄνθρωπος σοφιστής, ἀλλʼ οὐδʼ ἂν πυρί τις ἐκκαῦσαι βουλόμενος· ἀλλὰ κἂν ἐμπρήσῃ τις τὸν ἄνθρωπον, ὥσπερ τὸν Ἡρακλέα φασὶν αὑτὸν ἐμπρῆσαι, μένοι ἂν αὐτοῦ τὰ δόγματα ἐν τῇ ψυχῇ, καθάπερ οἶμαι τῶν κατακαιομένων νεκρῶν τοὺς ὀδόντας φασὶ διαμένειν, τοῦ ἄλλου σώματος δαπανηθέντος ὑπὸ τοῦ πυρός. προσέτι δέ, ἐὰν μὲν ἀνδρὶ περιπέσῃ ὥσπερ ὁδὸν ἐπισταμένῳ, ῥᾳδίως ἐκεῖνος ἐπέδειξεν αὐτῷ, καὶ μαθὼν εὐθὺς ἄπεισιν· ἐὰν δὲ ἀγνοοῦντι καὶ ἀλαζόνι κατατρίψει περιάγων αὐτόν, ὁτὲ μὲν πρὸς ἀνατολάς, ὁτὲ δὲ πρὸς δύσιν, ὁτὲ δὲ πρὸς μεσημβρίαν ἕλκων, οὐδὲν αὐτὸς εἰδώς, ἀλλὰ εἰκάζων, καὶ πολὺ πρότερον αὐτὸς ὑπὸ τοιούτων ἀλαζόνων πεπλανημένος. ὥσπερ γὰρ αἱ ἀμαθεῖς καὶ ἀκόλαστοι κύνες ἐν τῇ θήρᾳ μηδὲν ξυνεῖσαι μηδὲ γνωρίσασαι τὸ ἴχνος ἐξαπατῶσιν ἄλλας τῇ φωνῇ καὶ τῷ σχήματι, ὡσεἰδυῖαί τε καὶ ὁρῶσαι, καὶ πολλαὶ συνέπονται ταύταις, αἱ ἀφρονέσταται σχεδὸν ταῖς μάτην φθεγγομέναις, τούτων δʼ αἱ μὲν ἄφθογγοι καὶ σιωπῶσαι μόναι αὐταὶ ἐξαπατῶνται, αἱ δὲ προπετέσταται καὶ ἀνοητόταται μιμούμεναι τὰς πρώτας θορυβοῦσι καὶ φιλοτιμοῦνται ἄλλας ἐξαπατᾶν, τοιοῦτον εὕροις ἂν καὶ περὶ τοὺσκαλουμένους σοφιστάς πολὺν ὄχλον ἐνίοτε συνεπόμενον ἀνθρώπων ἠλιθίων· καὶ γνώσῃ ὅτι οὐδὲν διαφέρει σοφιστὴς ἄνθρωπος εὐνούχου ἀκολάστου. καὶ ὃς ἀκούσας ἐθαύμασε κατὰ τί τὸν σοφιστὴν εὐνούχῳ παρέβαλεν, καὶ ἤρετο αὐτόν. ὅτι, εἶπε, τῶν εὐνούχων φασὶν οἱ ἀσελγέστατοι ἄνδρες εἶναι καὶ ἐρᾶν τῶν γυναικῶν, καὶσυγκαθεύδουσιν αὐταῖς καὶ ἐνοχλοῦσι, γίγνεται δʼ οὐδὲν πλέον, οὐδʼ ἂν τάς τε νύκτας καὶ τὰς ἡμέρας συνῶσιν αὐταῖς.