Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 31-9
Not analysed yet
πάντες μὲν γὰρ ὑπόπτως ἔχουσι πρὸς τὰ ὑπὸ τούτων διδόμενα οὓς ἴσασι τῶν πρότερόν ἐπαινεθέντων καὶ δοξάντων φίλων οὕτως ἀμελοῦντας, μάλιστα δὲ οἱ τῶν αὐτῶν τυγχάνοντες, ὧν τοὺς εἰληφότας ὁρῶσιν ἀπεστερημένους. εἰ δὲ δὴ καὶ ὅπως αὐτοὶ λάβωσι τοῦτο γίγνοιτο, μᾶλλον δὲ ὅπως δοκῶσιν εἰληφέναι, παντελῶς ἤδη τὸ πρᾶγμα εἰρωνείαν καὶ χλεύην νομίζουσιν. πολὺ δὲ βέλτιον ἦν λέγειν τοῖς βουλομένοις μικρὰ φροντίζειν ὑμᾶς τῶν τάχιον τετιμημένων, ὅτι μηκέτι μηδεμία χρεία τοῦ τιμᾶν τινά ἐστιν, ʽ??ʼ τοὐναντίον οὗ τὴν μεγίστην φασὶν εἶναι τῇ πόλει χρείαν καὶ πρὸς πλείονας νῦν ἢ πρότερον, τοῦτο διαβάλλειν.