Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 32-6
Not analysed yet
καίτοι μὰ τὸν Δία καὶ τοὺς θεοὺς οὐδʼ εἰ τὴν ἀνωτάτην χάριν ὑμῖν ἕξειν ἔμελλον οἱ δοκοῦντες νῦν τῶν εἰκόνων τυγχάνειν καὶ σφόδρα ἐπαινέσειντὸν δῆμον, οὐδʼ οὕτως ἐχρῆν αὐτὸ γίγνεσθαι. τὸ γὰρ μόνον ζητεῖν ἐξ ὧν ἄν τις ἀρέσαι τινὰ ποιήσας καὶ προσαγάγοιτο, εἰ δʼ ἄλλον ὃν οὐ προσῆκεν ἀδικήσει τοῦτο ποιῶν ἢ καθόλου τι μὴ δέον πράξει μὴ σκοπεῖν, οὔτε μὰ τοὺς θεοὺς ἐλευθέρων ἐστὶν ἀνθρώπων οὔτε μετρίων τὸ ἦθος. οὐδεὶς γὰρ οὐδὲ τῶν πάνυ πονηρῶνπροαιρεῖταί τι φαῦλον, ὃ μὴ συμφέρειν ἑαυτῷ νομίζει πρὸς τὸ παρόν, ἀλλʼ ἔστιν αὐτὸ τοῦτο ἡ μοχθηρία τὸ κέρδους ἕνεκα καὶ χρείας μηδενὸς αἰσχροῦ μηδὲ ἀδίκου πράγματος ἐπιστρέφεσθαι μηδὲ φροντίζειν ποῖον τὸ γιγνόμενον, ἀλλὰ μόνον εἰ λυσιτελές.