Ancient Greek
(2)περὶ ΒΑΣΙΛΕΙΑΣ β.
Dio Chrysostomus Soph., Orationes 33
Not analysed yet
τῶν δὲ ἄλλων ποιητῶν οὐ σφόδρα ἐφρόντιζε. Στησιχόρου δὲ καὶ Πινδάρου ἐπεμνήσθη, τοῦ μὲν ὅτι μιμητὴς Ὁμήρου γενέσθαι δοκεῖ καὶ τὴν ἅλωσιν οὐκ ἀναξίως ἐποίησε τῆς Τροίας, τοῦ δὲ Πινδάρου διά τε τὴν λαμπρότητα τῆς φύσεως καὶ ὅτι τὸν πρόγονον αὐτοῦ καὶ ὁμώνυμον ἐπῄνεσεν Ἀλέξανδρον τὸν φιλέλληνα ἐπικληθέντα ποιήσας εἰς αὐτόν, ὀλβίων ἐπώνυμε Δαρδανιδᾶν. διὰ τοῦτο γὰρ καὶ Θήβας ὕστερον πορθῶν μόνην κατέλιπε τὴν οἰκίαν τὴν ἐκείνου κελεύσας ἐπιγράψαι, Πινδάρου τοῦ μουσοποιοῦ τὴν στέγην μὴ κάετε. ἦπου πολλὴν ἠπίστατο χάριν τοῖς αὑτὸν ἐγκωμιάζουσι μὴ φαύλως, οὕτως ἄγαν φιλότιμος ὤν.