Ancient Greek
31 to 32
Dio Chrysostomus Soph., Orationes 31-32
Not analysed yet
τῇ ὅγε, φησί, θυμὸν ἔτερπεν· ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν, ὡς οὐδέποτε ἐκλανθάνεσθαι δέον τῆς ἀρετῆς οὐδὲ τῶν εὐκλεῶν πράξεων, οὔτε πίνοντα οὔτε ᾅδοντα, τὸν γενναῖον ἄνδρα καὶ βασιλικὸν, ἀλλʼ ἀεὶ διατελεῖν ἢ πράττοντα αὐτὸν μέγα τι καὶ θαυμαστὸν ἢ μεμνημένον τῶν ὁμοίων. ταῦτα δὲ ἔλεγε πρὸς τὸν πατέρα, ἐπιδεικνύμενος τὴν αὑτοῦ διάνοιαν. καὶ γὰρ δὴ ἐτύγχανε τὸν μὲν Ὅμηρον ἀγαπῶν, τὸν Ἀχιλλέα δὲ οὐ μόνον ἐθαύμαζεν, ἀλλὰ καὶ ἐζηλοτύπει τῆς Ὁμήρου ποιήσεως, ὥσπερ οἱ καλοὶ ζηλοτυποῦσι τοὺς καλοὺς ἐνίοτε, κρειττόνων ἐραστῶν τυγχάνοντας.