Ancient Greek · ~2 min
(17)ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.
Dio Chrysostomus Soph., Orationes 33-9
Not analysed yet
ἐγὼ δὲ τὸν σύμβουλον τὸν ἀγαθὸν καὶ τὸν ἄξιον προεστάναι πόλεώς φημι δεῖν πρὸς ἅπαντα μὲν ἁπλῶς παρεσκευάσθαι τὰ δοκοῦντα δυσχερῆ, μάλιστα δὲ πρὸς τὰς λοιδορίας καὶ τὴν τοῦ πλήθους ὀργήν, καὶ ταῖς ἄκραις ὅμοιον ταῖς ποιούσαις τοὺς λιμένας, αἵτινες ἅπασαν ἐκδέχονται τὴν βίαν τῆς θαλάττης, τὸ δὲ ἐντὸς ἀκίνητον καὶ γαληνὸν φυλάττουσι, κἀκεῖνον ἐκκεῖσθαι τῷ δήμῳ, κἂν ὀργισθῆναί ποτε θέλῃ κἂν κακῶς εἰπεῖν κἂν ὁτιοῦν ποιῆσαι, πάσχειν δὲ μηδὲν ὑπὸ τῶν τοιούτων θορύβων, μήτε ἂν ἐπαινῆται, διὰ τοῦτο ἐπαίρεσθαι, μήτε ἂν ὑβρίζεσθαι δοκῇ, ταπεινοῦσθαι.