Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 38-8
Not analysed yet
οὐδέ γε, ἂν ὕδωρ ἐπαινῇ τις, ἀνθρώπων ἔπαινος οὗτός ἐστιν, ἀλλὰ φρεάτων· οὐδʼ ἂν περὶ εὐκρασίας λέγῃ τις, τοὺς ἀνθρώπους εἶναί φησιν ἀγαθούς, ἀλλὰ τὴν χώραν· οὐδʼ ἂν περὶ ἰχθύων, τὴν πόλιν ἐπαινεῖ· πόθεν; ἀλλὰ θάλατταν ἢ λίμνην ἢ ποταμόν. ὑμεῖς δέ, ἂν ἐγκωμιάζῃ τις τὸν Νεῖλον, ἐπαίρεσθε, ὥσπερ αὐτοὶ ῥέοντες ἀπὸ Αἰθιοπίας. σχεδὸν δὲ καὶ τῶν ἄλλων οἱ πλείους ἐπὶ τοῖς τοιούτοις χαίρουσι, καὶ μακαρίους ἑαυτοὺς κρίνουσιν, ἂν οἰκῶσι καθʼ Ὅμηρον νῆσον δενδρήεσσαν ἢ βαθεῖαν τινα ἤπειρον ἢ πρὸς ὄρεσι σκιεροῖς ἢ πηγαῖς διαυγέσιν· ὧν οὐδὲν ἴδιόν ἐστιν ἐκείνων· ἀρετῆς δὲ οὐδὲ ὄναρ αὐτοῖς μέλει.