Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 39-8
Not analysed yet
ἐγὼ δὲ τούτων ἐμνήσθην οὔτε ὑμᾶς ἐπαίρων οὔτε τοῖς συνήθως ὑμνοῦσιν αὐτὰ ῥήτορσιν ἢ ποιηταῖς παραβάλλων ἐμαυτόν. δεινοὶ γὰρ ἐκεῖνοι καὶ μεγάλοι σοφισταὶ καὶ γόητες· τὰδʼ ἡμέτερα φαῦλα καὶ πεζὰ ἐν τοῖς λόγοις, οὐ μέντοι περὶ φαύλων. καὶ νῦν εἶπον τὰ περὶ τῆς πόλεως, δεῖξαι βουλόμενος ὑμῖν ὡς ὅ, τι ἂν ἀσχημονῆτε οὐ κρύφα γίγνεται τοῦτο οὐδʼ ἐν ὀλίγοις, ἀλλʼ ἐν ἅπασιν ἀνθρώποις.