Ancient Greek
(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.
Dio Chrysostomus Soph., Orationes 38-9
Not analysed yet
φέρε, ἂν καταλάβῃ τοιοῦτον πάθος δημοσίᾳ τινάς, ὥστε γυναικῶν λαβεῖν φωνὴν ἅπαντας καὶ μηδένα δύνασθαι μήτε νέον μήτε πρεσβύτερον ἀνδριστὶ μηδὲν εἰπεῖν· οὐ δόξει χαλεπὸν εἶναι καὶ παντὸς οἶμαι λοιμοῦ βαρύτερον; ὥστε πέμποιεν ἂν εἰς θεοῦ καὶ τὸ δαιμόνιον πολλὰ ἱλάσκοιντο. καίτοι τὸ μὲν γυναικῶν ἀφιέναι φωνὴν ἀνθρώπων ἐστὶ φωνὴν ἀφιέναι, καὶ οὐδεὶς ἂν ἀκούων γυναικὸς δυσχεράνειεν.