Ancient Greek
(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.
Dio Chrysostomus Soph., Orationes 39-9
Not analysed yet
ὁ δὲ τοιοῦτος ἦχος τίνων ἐστίν; οὐχὶ τῶν ἀνδρογύνων; οὐχὶ τῶν τὰ αἰδοῖα ἀποκεκομμένων; οὐδὲ τούτων ἀεὶ καὶ πρὸς ἅπαντας, ἀλλὰ ἴδιον αὐτῶν ὥσπερ ξύμβολον. φέρε δʼ εἰ κατεζωσμένοι πάντες ἐβαδίζετε ἢ τυμπανίζοντες, μηδὲν ὑμῖν ἐδόκει τοῦτʼ εἶναι χαλεπόν; εἰ συνέβαινεν ὑμᾶς ὑψηλήν τινα ἔχειν ἄκραν ἢ νὴ Δία ὄρος ὑπερκείμενον, ὥσπερ ἕτεραι πόλεις, ὅπου τις ἀνελθὼν ἕκαστον μὲν σαφῶς ἀκουεινμὴ δύναιτο, τὸν δὲ ξύμπαντα θροῦν, ποῖος ἦχος ὑμῖν ἂν ἀνενεχθῆναι δοκεῖ; ἢ δῆλον ὅτι τοῦ πλείονος ὥσπερ ἐν ἁρμονίᾳ κρατοῦντος;