Ancient Greek
(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.
Dio Chrysostomus Soph., Orationes 4-10
Not analysed yet
δοκεῖτέ μοι πολλάκις ἀκηκοέναι θείων ἀνθρώπων, οἳ πάντα εἰδέναι φασὶ καὶ περὶ πάντων ἐρεῖν ᾗ διατέτακται καὶ τίνα ἔχει φύσιν,περί τε ἀνθρώπων καὶ δαιμόνων καὶ θεῶν, ἔτι δὲ γῆς καὶ οὐρανοῦ καὶ θαλάττης, καὶ περὶ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, καὶ περὶ τοῦ σύμπαντος κόσμου, καὶ περὶ φθορᾶς καὶ γενέσεως καὶ μυρίων ἄλλων. ἔπειτʼ οἶμαι προσελθόντες ὑμῶν πυνθάνονται τί βούλεσθε αὐτοὺς εἰπεῖν καὶ περὶ τίνος, κατὰ τὸν Πίνδαρον,Ἰσμηνὸν ἢ χρυσηλάκατον Μελίαν ἢ Κάδμον· ὅ, τι δʼ ἂν ἀξιώσητε ὑμεῖς, ἔνθεν ἑλὼν ἄθρουν καὶ πολὺν ἀφήσει τὸν λόγον, ὥσπερ τι ῥεῦμα ἄφθονον ἐν αὐτῷ κατακεκλειμένον.