Ancient Greek
(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.
Dio Chrysostomus Soph., Orationes 5-11
Not analysed yet
ἔπειθʼ ὑμεῖς ἀκούοντες τὸ μὲν ἐξετάζειν καθʼ ἕκαστον ἢ ἀπιστεῖνἀνδρὶ σοφῷ φαῦλον ἡγεῖσθε καὶ ἄκαιρον, ἄλλως δὲ τῇ ῥώμῃ καὶ τῇ ταχυτῆτι τῶν λόγων ἐπαίρεσθε καὶ πάνυ χαίρετε ἀπνευστὶ ξυνείροντος τοσοῦτον ὄχλον ῥημάτων, καὶ πεπόνθατε ὅμοιον τοῖς ὁρῶσι τοὺς ἵππους τοὺς ἀπὸ ῥυτῆρος θέοντας· οὐδὲν ὠφελούμενοι θαυμάζετε ὅμως καὶ μακάριόν φατε κτῆμα. καίτοι καὶ τοῖς ἵπποις ἰδεῖν ἔστιν οὐ τοὺς δεσπότας χρωμένους πολλάκις, ἀλλὰ φαῦλον ἀνδράποδον.