Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 4-9
Not analysed yet
ἐκεῖνοι μὲν οὖν κακῶς ἐχρήσαντο τοῖς ὠσὶ τῶν παίδων, ὑμεῖς δὲ τοῖς αὑτῶν κάκιον. δήμου γάρ ἐστιν ἀκοὴ τὸ θέατρον· εἰς τοῦτο δὲ καλὸν μὲν ἢ τίμιον οὐδὲν ὑμῖν ἢ σπανίως ποτὲ εἰσέρχεται· κρουμάτων δὲ ἀεὶ μεστόν ἐστι καὶ θορύβου καὶ βωμολοχίας καὶ σκωμμάτων οὐδὲν ἐοικότων χρυσῷ. διὰ τοῦτο οὖν ὀρθῶς ἔφην ἀπορεῖν ὑμᾶς σπουδῆς. οὔτε γὰρ αὐτοὶ σπουδαῖοί ἐστε οὔτε οἱ ὑμέτεροι συνήθεις καὶ πολλάκις εἰς ὑμᾶς εἰσιόντες, μῖμοί τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι, ἵππων τʼ ὠκυπόδων ἐπιβήτορες, οἵ τε τάχιστα ἤγειραν μέγα νεῖκος ἀπαιδεύτοισι θεαταῖς, νηπιάχοις, ξυνὸν δὲ κακὸν πολέεσσι φέρουσιν.