Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 41-8
Not analysed yet
νὴ Δία, ἀλλὰ δαπανήσομεν, εἰ μὴ τοῖς οὖσι χρησόμεθα καὶ πολλῶν δεήσει χρημάτων, ἐὰν πᾶσι κατασκευάζωμεν ἀνδριάντας ὅσοις ψηφιζόμεθα. καὶ πόσῳ κρεῖττον ἐλάττοσι διδόναι τὴν δωρεὰν ἢ πλείους ἐξαπατᾶν, μέλλοντάς γε ὑπὸ πλειόνων καταγιγνώσκεσθαι καὶ μισεῖσθαι, σαφῶς εἰδότων ὃ ποιεῖτε;