Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 45-6
Not analysed yet
καὶ μὴν εἴ γε ἐν οἷς ἡ πόλις δοκεῖ τινος δεῖσθαι, τὴν δαπάνην μόνον ὀψόμεθα καὶ τὸ πῶς ἂν εὐχερέστατα γένοιτο, μηθὲν ἄλλο ἐξετάζοντες, τί κωλύει μὴ μόνον ταύτην ὑπάρχειν ἐν ἑτοίμῳ τὴν δωρεάν, ἀλλὰ κἂν ἄλλο τι θέλητε χαρίσασθαί τινι, γῆν, ἀργύριον, οἰκίαν, τοὺς ἔχοντας ἀφαιρουμένους; ἢ τί δεῖ πόρους ζητεῖν καὶ τὰ κοινὰ ἀναλίσκειν, ὅταν ᾖ καιρὸς ἢ τεῖχος ἐπισκευάζειν ἢ ναῦς, ἀλλὰ μὴ τὰ τοῦ δεῖνος λαβεῖν ἢ τῶν πολιτῶν τινος ἢ τῶν ἐνοικούντων παρʼ ὑμῖν; ἀλλὰ νὴ Δία βοήσονται καὶ δεινὰ φήσουσι πάσχειν. οὐκοῦν ἐξέσται δήπουθεν μὴ προσέχειν αὐτοῖς.