Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 46-6
Not analysed yet
καὶ γὰρ εἰ νῦν εἰσιν, ἐφʼ οὓσἂν ἔλθοιεν ὑμῶν ταῦτα ποιούντων, πρότερόν γε οὐκ ἦν ἕτερος οὐδεὶς τοῦ δήμου κυριώτερος. ἆρʼ οὖν οἱ τότε ὄντες οὕτω προσεφέροντο τοῖς κατὰ μέρος; πόθεν; οἳ τοῦτο πάντων ἡγοῦντο χαλεπώτατον, καὶ τοῖς θεοῖς ἐπεύχοντο μηδέποτε συμβῆναι τοιοῦτον καιρόν, ἐν ᾧ δεήσει κατʼ ἄνδρα ἕκαστον ἀπὸ τῶν ἰδίων εἰσενεγκεῖν· καὶ τὸ τοιοῦτον σπανίως ποτὲ παρʼ ὑμῖν γενέσθαι φασίν, οὐδὲ ἐν ἅπασι τοῖς πολέμοις, ἀλλʼ εἴ ποτε ἐσχάτως ἡ πόλις ἐκινδύνευσεν.