Ancient Greek
(17)ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.
Dio Chrysostomus Soph., Orationes 48-9
Not analysed yet
ἡ δὲ εὔνοια καὶ τὸ φαίνεσθαι διαφέροντας ἀρετῇ καὶ φιλανθρωπίᾳ, ταῦτά ἐστιν ὄντως ἀγαθά, ταῦτά ἐστιν ἄξια ζήλου καὶ σπουδῆς. σκοπεῖτε· ὡς τά νῦν γέλως ἐστίν. καὶ εἴτε Αἰγαῖοι πρὸς ὑμᾶς εἴτε Ἀπαμεῖς πρὸς Ἀντιοχεῖς εἴτε ἐπὶ τῶν πορρωτέρω Σμυρναῖοι πρὸς Ἐφεσίους ἐρίζουσι, περὶ ὄνου σκιᾶς, φασί, διαφέρονται. τὸ γὰρ προεστάναί τε καὶ κρατεῖν ἄλλων ἐστίν.