Ancient Greek
(17)ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.
Dio Chrysostomus Soph., Orationes 49-9
Not analysed yet
ἀλλὰ καὶ πρότερον ἦν ποτε Ἀθηναίοις πρὸς Λακεδαιμονίους ζηλοτυπία, καὶ τό γε πρῶτον ἡγοῦντο οἱ Λάκωνες, εἶτα συνέβη πρὸς τοὺς Ἀθηναίους μᾶλλον ἀποκλῖναι τοὺς Ἕλληνας μετὰ τὰ Μηδικά. τί οὖν ὁ Σπαρτιάτης; καὶ τὸν νησιώτην καὶ τὸν Ἴωνα καὶ τὸν Ἑλλησπόντιον ἀφεὶς αὑτὸν ἐσωφρόνιζε, καὶ τὰ τῆς Σπάρτης ἑώρα, σαφῶς εἰδὼς ὅτι τῶν νόμων καὶ τῆς εὐταξίας οὐδὲν δεῖ περὶ πλείονος ποιεῖσθαι. τοιγαροῦν μάλιστα εὐδαιμόνησαν ἐκεῖνον τὸν χρόνον.