Ancient Greek
(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.
Dio Chrysostomus Soph., Orationes 49-8
Not analysed yet
καίτοι τί δύνανται τοιοῦτον ἰδεῖν οἷον ἀκούουσιν; τοιγαροῦν ἀπὸ τῶν ὤτων ἀρξάμεναι τῆς διαφθορᾶς ἀπολώλασιν αἱ πλείους. ἡ γὰρ ἀσέλγεια πανταχόθεν εἰσδύεται. ὥστε τὰ μὲν πρόσωπα κεκαλυμμέναι βαδίζουσι, τῇ ψυχῇ δὲ ἀκαλύπτῳ καὶ σφόδρα ἀναπεπταμένῃ. τοιγαροῦν ὀξύτερον βλέπουσιν ἑνὶ τῶν ὀφθαλμῶν, ὥσπερ οἱ γεωμέτραι.