Ancient Greek · ~2 min
(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.
Dio Chrysostomus Soph., Orationes 50-11
Not analysed yet
καὶ τουτὶ μὲν ἔκδηλόν ἐστι τὸ τῶν ῥινῶν. ἀνάγκη δὲ καὶ τἄλλα ἀκολουθεῖν τῷ τοιούτῳ ῥυθμῷ. μὴ γὰρ οἴεσθε, ὥσπερ ἑτέρων πολλάκις εἴς τινα μέρη κατασκήπτει, χεῖρας ἢ πόδας ἢ πρόσωπον, οὕτω καὶ παρʼ ὑμῖν ἐπιχώριόν τι νόσημα ταῖς ῥισὶν ἐμπεπτωκέναι, μηδʼ ὥσπερ Λημνίων ταῖς γυναιξὶ τὴν Ἀφροδίτην ὀργισθεῖσαν λέγουσι διαφθεῖραι τὰς μασχάλας, κἀνθάδε νομίζετε τῶν πλειόνων διεφθάρθαι τὰς ῥῖνας ὑπὸ δαιμονίου χόλου, κἄπειτα τοιαύτην φωνὴν ἀφιέναι· πόθεν; ἀλλʼ ἔστι σημεῖον τῆς ἐσχάτης ὕβρεως καὶ ἀπονοίας καὶ τοῦ καταφρονεῖν τῶν καλῶν ἁπάντων καὶ μηδὲν αἰσχρὸν ἡγεῖσθαι.