Ancient Greek
(4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ.
Dio Chrysostomus Soph., Orationes 50-4
Not analysed yet
ἐπεπόνθει γὰρ τοὐναντίον ἤ φησιν Ὅμηρος τὸν Ἀχιλλέα νεκρὸν πεπονθέναι. ἐκεῖνος μὲν γὰρ ἔλεγεν ὅτι ζῶν βούλοιτο θητεύειν ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη, ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν· ὁ δὲ Ἀλέξανδρος δοκεῖ μοι ἑλέσθαι ἂν καὶ τοῦ τρίτου μέρους τῶν νεκρῶν ἄρχειν ἀποθανὼν ἢ ζῆν τὸν ἅπαντα χρόνον θεὸς γενόμενος, εἰ μὴ βασιλεὺς γένοιτο τῶν ἄλλων θεῶν.