Ancient Greek
(4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ.
Dio Chrysostomus Soph., Orationes 51-3
Not analysed yet
μόνου δʼ ἴσωσοὐκ ἂν ὑπερεῖδε τοῦ Διός, ὅτι βασιλέα καλοῦσιν αὐτὸν · ὅθεν καὶ ἐκόλαζεν αὐτὸν ὁ Διογένης πάντα τρόπον. ἔφη οὖν, ὦ Διόγενες, σὺ μέν μοι παίζειν δοκεῖς· ἐγὼ δὲ ἂν Δαρεῖον ἕλω καὶ ἔτι τὸν Ἰνδῶν βασιλέα, οὐδέν με κωλύσει τῶν πώποτε βασιλέων μέγιστον εἶναι. τί γὰρ ἐμοὶ λοιπόν ἐστι κρατήσαντι Βαβυλῶνος καὶ Σούσων καὶ Ἐκβατάνων καὶ τῶν ἐν Ἰνδοῖς πραγμάτων;