Ancient Greek
52 to 53
Dio Chrysostomus Soph., Orationes 52-11-53
Not analysed yet
καίτοι με οὐ λέληθεν ὅτι τοὺς φιλοσόφους πολλοὶ νομίζουσιν ἐκλύειν ἅπαντα καὶ ἀνιέναι τὰς ὑπὲρ τῶν πραγμάτων σπουδάς, καὶ διὰ τοῦτο βλάπτειν μᾶλλον· ὥσπερ εἴ τις τὸν μουσικὸν βούλοιτοἁρμοζόμενον, ἔπειτʼ ἀνιέντα τῶν φθόγγων τινὰς καὶ πάλιν ἑτέρους ἐπιτείνοντα σκῶψαι τὸν αὐτόν. ἔχει δὴ καὶ τὰ τῶν πόλεων πράγματα οὕτως. αἱ μὲν γὰρ πονηραὶ καὶ ἀνωφελεῖς σπουδαὶ καὶ φιλοτιμίαι μᾶλλόν εἰσι τοῦ προσήκοντος ἐντεταμέναι καὶ τρόπον τινὰ ἀπορρήγνυνται πάντες· αἱ δὲ ὑπὲρ τῶν καλλίστων ὅλως ἐκλύονται. θεάσασθε δʼ εὐθέως, εἰ βούλεσθε, τὴν τῆς φιλαργυρίας ἐπίτασιν, τὴν τῆς ἀκρασίας. ἀλλʼ ἔοικα γὰρ πόρρω προάγειν, καὶ καθάπερ οἱ ἐν ταῖς γαλήναις μακρότερον νηχόμενοι, τὸ μέλλον οὐ προορᾶν.