Ancient Greek · ~3 min
(17)ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.
Dio Chrysostomus Soph., Orationes 51-11
Not analysed yet
καίτοι τὰ μὲν ἐκείνων εἶχεν ἀληθῆ δύναμιν καὶ μεγάλας ὠφελείας, εἰ δεῖ τὰς πλεονεξίας οὕτως καλεῖν· τὰ δὲ τῶν νῦν ἀμφισβητήματα καὶ τὰ αἴτια τῆς ἀπεχθείας κἂν αἰσχυνθῆναίμοι δοκεῖ τις ἂν ἰδών. ἔστι γὰρ ὁμοδούλων πρὸς ἀλλήλους ἐριζόντων περὶ δόξης καὶ πρωτείων. τί οὖν; οὐδὲν ἀγαθόν ἐστιν ἐν τῷ χρόνῳ τούτῳ, περὶ οὗ χρὴ σπουδάζειν; ἔστι τὰ μέγιστα καὶ μόνα σπουδῆς ἄξια καὶ τότε ὄντα καὶ νῦν καὶ ἀεὶ ἐσόμενα· ὧν οὐκ ἔχει δήπουθέν τις ἐξουσίαν οὔτʼ ἄλλῳ παρασχεῖν οὔτε ἀφελέσθαι τὸν κτησάμενον, ἀλλʼ ἀεί ἐστιν ἐπʼ αὐτῷ, κἂν ἰδιώτης ᾖ κἂν πόλις· ὑπὲρ ὧν ἴσως μακρότερον λέγειν πρὸς ὑμᾶς.