Ancient Greek · ~7 min
52 to 59
Dio Chrysostomus Soph., Orationes 52-4-59
Not analysed yet
καὶ ὃς ὁρῶν αὐτὸν φλεγόμενον ὑπὸ τῆς φιλοτιμίας κἀκεῖ τῇ ψυχῇ ὅλον τεταμένον καὶ φερόμενον, ὥσπερ αἱ γέρανοι, ὅποι ἂν ὁρμήσωσιν, ἀποτείνασαι ἑαυτὰς πέτονται, Ἀλλʼ οὐδὲν ἕξεις, ἔφη, πλέον οὐδενὸς οὐδὲ τῷ ὄντι βασιλεύσεις ἀφʼ ἧς ἔχεις διανοίας, οὐδὲ ἂν ὑπερβαλλόμενος τὸ ἐν Βαβυλῶνι τεῖχος οὕτως ἕλῃς τὴν πόλιν, ἀλλὰ μὴ διορύττων ἔξωθεν καὶ ὑπορύττων, ,οὐδʼ ἂν Κῦρον μιμησάμενος κατὰ τὸν ποταμὸν εἰσρυῇς, ὥσπερ ὕδρος, οὐδʼ ἂν ἑτέραν προσλάβῃς μείζω τῆς Ἀσίας ἤπειρον, τὸν Ὠκεανὸν διανηξάμενος. καὶ τίς, εἶπεν, ἔτι μοι καταλείπεται πολέμιος, ἐὰν ἕλω τούτους οὓς εἶπον; ὁ πάντων, ἔφη, δυσμαχώτατος, οὐ περσίζων, οὐ μηδίζων τῇ φωνῇ, καθάπερ οἶμαι Δαρεῖος, ἀλλὰ μακεδονίζων τε καὶ ἑλληνίζων. καὶ ὃς ἐταράχθη τε καὶ ἠγωνίασεν μή τινα ἐπίσταιτο ἐν Μακεδονίᾳ ἢ ἐν τῇ Ἑλλάδι παρασκευαζόμενον ὡς πολεμήσοντα καὶ ἤρετο, τίς οὗτός ἐστιν ἐμὸς πολέμιος ἐν τῇ Ἑλλάδι ἢ Μακεδονίᾳ; σύ, ἔφη, ἀγνοεῖς, πάντων μάλιστα γιγνώσκειν οἰόμενος; ἔπειτα, ἔφη, οὐκ ἐρεῖς αὐτόν, ἀλλὰ κρύψεις; πάλαι γάρ, εἶπε, λέγω, σὺ δὲ οὐκ ἀκούεις, ὅτι σὺ αὑτῷ μάλιστα ἔχθιστος εἶ καὶ πολεμιώτατος, μέχρι ἂν ᾖς κακὸς καὶ ἀνόητος. καὶ οὗτος, ἔφη, ἐστὶν ἁνήρ, ὃν σὺ ἀγνοεῖς, ὡς οὐδένα ἄλλον. οὐδεὶς γὰρ τῶν ἀφρόνων καὶ πονηρῶν ἐπίσταται ἑαυτόν. οὐ γὰρ ἂν τοῦτο πρῶτον προσέταττεν ὁ Ἀπόλλων ὡς χαλεπώτατον ἑκάστῳ, γνῶναι ἑαυτόν. ἢ οὐ τὴν ἀφροσύνην ἡγῇ μεγίστην καὶ τελεωτάτην πασῶν νόσον καὶ βλάβην τοῖς ἔχουσι καὶ τὸν ἄφρονα ἄνδρα αὐτὸν αὑτῷ βλαβερώτατον; ἢ οὐ τὸν βλαβερώτατον ἑκάστῳ καὶ πλείστων κακῶν αἴτιον, τοῦτον ἔχθιστον καὶ πολεμιώτατον ἐκείνῳ ὁμολογεῖς εἶναι; πρὸς ταῦτα χαλέπαινε καὶ πήδα, ἔφη, καὶ μιαρώτατον ἀνθρώπων ἐμὲ νόμιζε καὶ λοιδόρει πρὸς ἅπαντας, ἐὰν δέ σοι δόξῃ, τῷ δορατίῳ διαπερόνησον· ὡς ἀκούσει παρὰ μόνου ἀνθρώπων ἐμοῦ τἀληθῆ, καὶ παρʼ οὐδενὸς ἄλλου ἂν μάθοις. πάντες γάρ εἰσι χείρους ἐμοῦ καὶ ἀνελευθερώτεροι.