Ancient Greek
(10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.
Dio Chrysostomus Soph., Orationes 57-3
Not analysed yet
καὶ ἐγὼ ἀνεμνήσθην τῶν ἐπῶν, ἐν οἷς ταῦτά φησιν· ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς. οὔκουν, εἶπεν, οὐδὲ τοῦτο ἀληθὲς λέγουσι. πῶς γὰρ ἐν ὀλίγῳ χρόνῳ πόλις ἁλοῦσα καὶ ἐρημωθεῖσα τοσαύτην ἐπίδοσιν ἔσχενὡς μεγίστην γενέσθαι τῶν κατὰ τὴν Ἀσίαν; πῶς δὲ ὁ μὲν Ἡρακλῆς σὺν ἓξ ναυσὶν εἷλεν ἐκ πολλοῦ ἀπόρθητον οὖσαν, οἱ δὲ Ἀχαιοὶ μετὰ νεῶν χιλίων καὶ διακοσίων ἐλθόντες οὐκ ἐδύναντο ἑλεῖν; ἢ πῶς τὸν Πρίαμον εἴασε βασιλεύειν ὁ Ἡρακλῆς, ἀποκτείνας αὐτοῦ τὸν πατέρα, ὡς πάντων ἐχθρότατον, ἀλλʼ οὐκ ἄλλον τινὰ ἀπέδειξεν ἄρχοντα τῆς χώρας;