Ancient Greek
(10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.
Dio Chrysostomus Soph., Orationes 58-3
Not analysed yet
εἰ δʼ ἦν οὕτως ὥς φασι, πῶς οὐκ ἔφριττον οἱ Τρῶες καὶ ὁ Πρίαμος τὴν πρὸς τοὺς Ἕλληνας ἔχθραν, εἰδότες ὅτι καὶ πρότερον οὐδὲν τηλικοῦτον ἐξαμαρτόντες ἀπώλοντο καὶ ἀνάστατοι ἐγένοντο, καὶ πολλοὶ μνημονεύοντες τὴν ἅλωσιν μηδὲν τούτων ἐννοῆσαι μηδὲ κωλῦσαι τὸν Ἀλέξανδρον μηδένα αὐτῶν; τίνα δὲ τρόπον ἀφικόμενος εἰς τὴν Ἑλλάδα συνῆν τῇ Ἑλένῃ καὶ διελέγετο καὶ τελευτῶν ἀνέπεισεν αὐτήν φυγεῖν, μήτε γονέων μήτε πατρίδος μήτε ἀνδρὸς ἢ θυγατρὸς μήτε τῆς παρὰ τοῖς Ἕλλησι φήμης φροντίσασαν, ἀλλὰ μηδὲ τοὺς ἀδελφοὺς φοβηθεῖσαν περιόντας, οἳ πρότερον αὐτὴν ἀφείλοντο Θησέως καὶ οὐ περιεῖδον ἁρπασθεῖσαν;