Ancient Greek
58 to 59
Dio Chrysostomus Soph., Orationes 58-7-59
Not analysed yet
ὁ παλαιὸς μῦθός φησι τὴν Κίρκην μεταβάλλειν τοῖς φαρμάκοις, ὥστε σῦς καὶ λύκους ἐξ ἀνθρώπων γίγνεσθαι· καὶ ταῦτα ἀπιστοῦμεν Ὁμήρου λέγοντος, οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε καὶ δέμας. ἀλλʼ ἐκείνοις μὲν τὸν νοῦν μένειν φησὶν ἔμπεδον, τούτων δὲ ὁ νοῦς πρῶτος ἀπόλωλε καὶ διέφθαρται καὶ μὴν οὐχ οὕτω δεινόν ἐστιν, εἰ ἄνθρωποι μεταξὺ προβάτων φωνὴν λάβοιεν οὐδʼ εἰ βοῶν,οὐδʼ ἂν χρεμετίζωσιν οὐδʼ ἂν ὑλακτῶσιν, ὥσπερ τὴν Ἑκάβην οἱ ποιηταὶ λέγουσιν ἐπὶ πᾶσι τοῖς δεινοῖς τελευταῖον ποιῆσαι τὰς Ἐρινύας χαροπὰν κύνα· χάλκεον δέ οἱ γνάθων ἐκ πολιᾶν φθεγγομένας ὑπάκουε μὲν Ἴδα Τένεδός τε περιρρύτα Θρηίκιοί τε φιλήνεμοι γύαι.