Ancient Greek
(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.
Dio Chrysostomus Soph., Orationes 60-7
Not analysed yet
οὐχ οὕτω φημὶ τοῦτʼ εἶναι τὸ τέρας δεινὸν οὐδʼ ἀποτρόπαιον, ὡς ὅταν ἀνήρ τις ὢν καὶ τὸν χαρακτῆρα ἔχων τὸν αὐτὸν καὶ τὴν φωνὴν τὴν ἑαυτοῦ, καὶ τὰ σημεῖα τῆς φύσεως μὴ δυνάμενος ἀνελεῖν,μηδʼ ἂν ἅπαντα ποιῇ περιστέλλων, καθάπερ φώρια κλέπτης, ὑπʼ Ἐρινύων τινῶν τυπτόμενος καὶ διαστρεφόμενος καὶ πάντα τρόπον διακλώμενος πάντα βούληται ποιεῖν καὶ μηδὲν ὡς πέφυκε· κἄπειτα Πρωτέως τινὸς δίκην ἀλλάττων καὶ μετατιθεὶς αὑτὸν ἐξεύρῃ φωνὴν ἀφιέναι μήτε ἀνδρὸς μήτε γυναικὸς μήτε ἄλλου τινὸς ζῴου μιμούμενος μηδὲ χαμαιτύπην αὐτὸ τοῦτο χαμαιτυποῦσαν, ἀλλὰ τὸ τοῦ αἰσχίστου ἔργου καὶ τῆς ἀσελγεστάτης πράξεως ὥσπερ ἂν φθεγγόμενος, καὶ ταῦτα μεθʼ ἡμέραν ἐκφανοῦς ὄντος ἡλίου πολλῶν παρόντων. οὐχ οὕτω δεινὸν ἦν τὸ τὰς βύρσας τῶν βοῶν ἕρπειν οὐδὲ τὸ μυκᾶσθαι τὰ κρέα.