Ancient Greek · ~1 min
(10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ.
Dio Chrysostomus Soph., Orationes 59-2
Not analysed yet
τοῦτο μὲν γὰρ παρόντα τὸν Μενέλαον πῶς ταῦτα ἔλαθε γιγνόμενα; τοῦτο δὲ ἀπόντος ἀνδρὸς γυναῖκα εἰς ὁμιλίαν ἀφικνεῖσθαι ξένῳ ἀνδρὶ πῶς εἰκός μηδὲ τῶν ἄλλων μηδένα αἰσθέσθαι τὴν ἐπιβουλὴν ἢ αἰσθομένους κρύψαι, προσέτι δὲ τὴν Αἴθραν τὴν τοῦ Θησέως μητέρα συναπᾶραι αὐτῇ αἰχμάλωτονοὖσαν; —οὐ γὰρ ἱκανὸν ἦν Πιτθέως θυγατέρα οὖσαν ἐν Σπάρτῃ δουλεύειν, ἀλλʼ ᾑρεῖτο ἀκολουθεῖν εἰς Τροίαν,