Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 60-5
Not analysed yet
τί οὖν; οὐχὶ νενόμισται παρά γε τοῖς μὴ παντάπασιν ἀδίκοις τὸν ἀποστερούμενόν ὃ γοῦν κατατέθεικε κομίζεσθαι παρὰ τῶν εἰληφότων; ἆρʼ οὖν ἐθέλοιτʼ ἂν ἀποδοῦναι τὰς χάριτας, ἀνθʼ ὧν ἐψηφίσασθε ἐκείνοις τοὺς ἀνδριάντας; λυσιτελεῖ γοῦν ὑμῖν ἐκτίνουσιν, ἐπειδὴ τὸ λυσιτελὲς οἴονται δεῖν τινες ὁρᾶν ἐξ ἅπαντος.