Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 61-5
Not analysed yet
ἐὰν οὖν ἢ πόλεμον ᾖ τις κατωρθωκώς, ὃν εἰ μὴ συνέβη κατορθῶσαι τοῖς τότε, ἡμεῖς οἱ νῦν οὐκ ἂν εἴχομεν τὴν πόλιν, ἢ τὴν ἐλευθερίαν ἡμῖν κεκομισμένος ἢ τῶν οἰκιστῶν ὑπάρχῃ τις· οὐ γὰρ ἔχομεν σαφῶς εἰπεῖν τίνες εἰσὶν οἷς συμβέβηκεν ἢ συμβήσεται, τοῦ πράγματος εἰκῇ γιγνομένου καὶ μόνον ἔθει τινί· μὴ δυσχερὲς εἰπεῖν ᾖ τὸ μετὰ ταῦτα ὅτι καὶ τῆς πόλεως αὐτῆς ἀποστῆναι δεήσει βουλομένους γε τὰ δίκαια ποιεῖν. εἰ δὲ δή τις εἴη τι τοιοῦτον δεδωκὼς ὃ μηδὲ βουληθέντας ἀποδοῦναι δυνατόν· μυρίοι δʼ εἰσὶν οἱ τὰς ψυχὰς προειμένοι ὑπὲρ τῆς πόλεως καὶ τοῦ ζῆν ἐωνημένοι τὴν εἰκόνα καὶ τὴν ἐπιγραφήν, καθάπερ εἶπον καὶ πρότερον· ἆρʼ οὐ δεινὰ πάσχουσιν;