Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 62-6
Not analysed yet
τίς γὰρ αὐτῶν ᾠδὴν τέλειον ἢ γενναῖον ῥυθμὸν οἷός τε εἰπεῖν; —ἀλλὰ ᾅσματα γυναικῶν καὶ κρούματα ὀρχηστῶν καὶ παροινίας τερετισμάτων ὥσπερ κακοὶ καὶ περίεργοι μάγειροι συντρίψαντες ἰδιώτας καὶ λίχνους ἀκροατὰς κινοῦσιν. τοιγαροῦν οὐκ ἀπὸ κύκνων οὐδὲ ἀηδόνων ὁ ζῆλος αὐτῶν ὠνόμασται παρʼ ὑμῖν αὐτοῖς, ἀλλʼ, ὡς ʽ??ʼοικε, κνυζηθμοῖς καὶ ὑλαγμοῖς εἰκάζετε. καίτοι φιλοσόφους μὲν ᾔδειν οὕτως καλουμένους, κιθαρῳδοὶ δὲ Κυνικοὶ παρὰ μόνοις ὑμῖν γεγόνασιν. ὁ μὲν οὖν Ἀμφίων πρὸς τὸ μέλος, ὥς φασιν, ἤγειρε καὶ ἐπύργου τὴν πόλιν· οὗτοι δὲ ἀνατρέπουσι καὶ καταλύουσιν. καὶ μὴν ὅ γε Ὀρφεὺς τὰ θηρία ἡμέρου καὶ μουσικὰ ἐποίει διὰ τῆς ᾠδῆς· οὗτοι δὲ ὑμᾶς, ἀνθρώπους ὄντας, ἀγρίους πεποιήκασι καὶ ἀπαιδεύτους.