Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 63-6
Not analysed yet
ἔχω δὲ καὶ ἄλλον εἰπεῖν λόγον ἀνθρώπου Φρυγὸς ἀκούσας, Αἰσώπου συγγενοῦς, δεῦρο ἐπιδημήσαντος, ὃν εἰς Ὀρφέα καὶ ὑμᾶς ἔλεγεν. ἔστι δὲ τῶν ὑμετέρων σκωμμάτων ἀτοπώτερος καὶ μακρότερος. σκοπεῖτε οὖν, εἰ βούλεσθε ἀκοῦσαι, καὶ μὴ δυσχεράνητε. ἔφη τοίνυν ἐκεῖνος περί τε Θρᾴκην καὶ Μακεδονίαν τὸν Ὀρφέα μελῳδεῖν, καθάπερ εἴρηται, κἀκεῖ τὰ ζῷα προσιέναι αὐτῷ, πολύ τι πλῆθος οἶμαι πάντων θηρίων.