Ancient Greek
(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.
Dio Chrysostomus Soph., Orationes 62-7
Not analysed yet
ὡς ἤδη μανίᾳ τὸ γιγνόμενον ἔοικεν αἰσχρᾷ καὶ ἀπρεπεῖ καὶ τοῦτο τὸ νόσημα κύκλῳ περιιὸν ὑμᾶς ἐπὶ πάντα ἄγει τὸ λοιπὸν καὶ ἔργα καὶ φωνὰς καὶ σχήματα καὶ παντὸς ἅπτεται καὶ καθικνεῖται μέρους, ποδῶν, χειρῶν, ὀμμάτων, γλώττης. οὔκουν ἡμῶν ὄφελος οὐδὲν οὐδὲ τῆς ἀνειμένης ταύτης καὶ ἀσθενοῦς παραμυθίας, ἀλλὰ μᾶλλον Στέντορός τινος χρεία φθεγγομένου χάλκεον ἢ σιδήρεον, ὃς ἐμοῦ βοήσεται μεῖζον καὶ σαφέστερον. ὁρᾶτε γὰρ οἷ πρόεισιν.