Ancient Greek
(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.
Dio Chrysostomus Soph., Orationes 63-7
Not analysed yet
γενείων τὸ πρῶτον εὑρέθη κουρά, καὶ τοῦτο ἐδόκει μέτριον, τὸ μὴ σφόδρα καθεικέναι, μηδʼ ἐπὶ πλέον, ἀλλὰ πρᾴως ἐπανορθοῦν τὴν φύσιν. οὐκοῦν ὁ τοιοῦτος ἐδόκει πολλοῖς ἐπιδέξιος. εἶτα ἐξύρων μέχρι τῶν παρειῶν· οὐδὲ τοῦτό πω δεινόν· ἀλλʼ ὅμως ὁ κωμικὸς καὶ τοῦτον ἐκέλευσε κατακάειν ἐπὶ φαλήτων συκίνων ἑκκαίδεκα. πλὴν εἶχον εὐειδῆ τὰ πρόσωπα καὶ παιδικὰ παρʼ ἡλικίαν τῆς λάχνης ταύτης ἀπηλλαγμένα, εἶτα, τοῦτο λοιπὸν ἔτι, τὰ σκέλη καὶ τὸ στέρνον, ἵνα καὶ τἄλλα ὅμοιοι παισὶν ὦμεν. εἶτα μέχρι τῶν βραχιόνων, εἶτα ἐπὶ τὰ αἰδοῖα μεταβάν, ᾗ καὶ τὸ ἡβᾶν δοκεῖ περιττόν, σκώπτεται δὴ καὶ καταγελᾶται παρὰ τοῖς σοφοῖς καὶ νέοις ἡ τῆς φύσεως τέχνη, καθάπερ ἀρχαία τις οὖσα καὶ σφόδρα εὐήθης, ἀχρεῖα καὶ περιττὰ προσθεῖσα τῷ σώματι.