Ancient Greek
63 to 64
Dio Chrysostomus Soph., Orationes 63-64
Not analysed yet
οὐ τοίνυν οὐδὲ ἐκεῖνο ἀληθές φασιν ὅτι δὴ περιῄει μόνος ἄνευ στρατιᾶς. οὐ γὰρ δυνατὸν πόλεις τε ἐξαιρεῖν καὶ τυράννους καταλύειν καὶ πᾶσι πανταχοῦ προστάττειν χωρὶς δυνάμεως. δτι δὲ αὐτουργὸς ἦν καὶ τῇ ψυχῇ πρόθυμος καὶ τὸ σῶμα ἱκανὸς καὶ πάντων μάλιστα ἐπόνει, μόνον αὐτὸν ἔφασαν βαδίζειν καὶ πράττειν ἅπαντα ὅσα βούλοιτο. καὶμὴν ὅ γε πατὴρ αὐτοῦ πολλὴν ἐπιμέλειαν ἐποιεῖτο, ὁρμάς τε ἀγαθὰς ἐπιπέμπων καὶ εἰς ὁμιλίας ἀνθρώπων ἀγαθῶν ἄγων. ἐσήμαινε δὲ καὶ διʼ οἰωνῶν καὶ διʼ ἐμπύρων καὶ διὰ πάσης μαντικῆς ἕκαστα.