Ancient Greek
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α.
Dio Chrysostomus Soph., Orationes 65
Not analysed yet
ἐπεὶ δὲ ἐώρα βουλόμενον ἄρχειν αὐτόν, οὐ τῶν ἡδονῶν οὐδὲ τῶν πλεονεξιῶν ἐπιθυμοῦντα, ὧν ἕνεκεν οἱ πολλοὶ τούτου ἐρῶσιν, ἀλλʼ ὡς ἂν δύνηται πλεῖστα καὶ πλείστους εὖ ποιεῖν, ἐπιστάμενος αὐτοῦ γενναίαν οὖσαν τὴν φύσιν, ὅμως δὲ ὑπονοῶν ὅσον ἦν ἐν αὐτῷ θνητόν, καὶ ὅτι πολλὰ παραδείγματα ἐν ἀνθρώποις πονηρὰ τρυφῆς καὶ ἀκολασίας καὶ πολλοὶ παρατρέπουσιν ἄκοντα τὸν πεφυκότα ὀρθῶς ἔξω τῆς αὑτοῦ φύσεώς τε καὶ γνώμης, ταῦτα λογιζόμενος Ἑρμῆν ἔπεμψε, κελεύσας ἃ δεῖ ποιεῖν.