Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 64-3
Not analysed yet
ἀλλʼ ὁ μὲν εἰς ἄλλον ἁμαρτὼν ὥστε ἑαυτὸν ὠφελῆσαι κακίᾳ μόνον ἐστὶν ἔνοχος τοῖς πολλοῖς· ὁ δʼ ἑαυτὸν ἀδικῶν ἐν οἷς ἕτερον τῆς μὲν πονηρίας ὑπερβολήν τινα ἔδειξεν, ἐκ περιττοῦ δὲ ἀνόητος δοκεῖ. πρὸς τούτῳ δʼ ἂν ἴδοι τις καὶ ἕτερον. ὁ μὲν ἀφαιρούμενος ἁπλῶς ὅ τις ἔχει δικαίως ὅτῳ δήποτε τρόπῳ κτησάμενος κατʼ αὐτὸ τὸ πρᾶγμα ἁμαρτάνει, φύσει τι ποιῶν ἄτοπον· ὁ δὲ τῶν ὑφʼ ἑαυτοῦ δεδομένωνἐν μέρει τιμῆς καὶ χάριτός τινα ἀποστερῶν οὐ μόνον τὸ κοινὸν τοῦτο παραβαίνει, καθʼ ὃ προσήκει μηδένα βλάπτειν, ἀλλὰ καὶ χρηστὸν ἄνδρα ἀδικεῖ, καὶ τοῦτον ὃν ἥκιστα αὐτῷ προσῆκεν.