Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 65-6
Not analysed yet
ὅσῳ δὴ χεῖρον τὸ τοὺς ἀγαθοὺς ἀφαιρεῖσθαιτιμὰς ἢ τὸ τοὺς ἄλλους καὶ τὸ τοὺς εὐεργέτας βλάπτειν τοῦ τὸν τυχόντα ἀδικεῖν οὐδένα λανθάνει. καὶ τοίνυν καὶ τοὺς Ἐφεσίους, εἴ τις ἀφέλοι τὸ πρὸς τὴν θεόν, κατʼ αὐτὸ τοῦτο φαίη τις ἂν ἧττον ἁμαρτάνειν λαβόντας ἀπʼ ἐκείνων τῶν χρημάτων ἢ τοὺς οὕτω προσφερομένους ταῖς εἰκόσιν, οὐ μόνον διὰ τὰ νῦνεἰρημένα δήπουθεν, ὅτι μηδὲν προσήκοντας ἀνθρώπους ἔμελλον ἀδικεῖν, ὧν τοὺς πολλοὺς οὐδὲ ἔγνωσαν, ἀλλὰ καὶ διὰ τὴν ἀπὸ τοῦ πράγματος αἰτίαν. τοῖς μὲν γὰρ παρακαταθήκην τινὰ μὴ φυλάξασιν οὐδεὶς ἂν οὐδὲν ἔτι τῶν ἑαυτοῦ πιστεύσειεν· τοὺς δὲ ὑβρίζοντας εἰς τοὺς εὐεργέτας οὐδεὶς κρινεῖ χάριτος ἀξίους. ὥσθʼ ὁ κίνδυνοσὑμῖν μὲν ἐν τῷ μηκέτʼ εὖ πάσχειν ὑπὸ μηδενός, ἐκείνοις δὲ ἐν τῷ μηκέτι φυλάττειν τὰ ἀλλότρια.