Ancient Greek
(16)ΤΑΡΣΙΚΟΣ ΠΡΩΤΟΣ.
Dio Chrysostomus Soph., Orationes 64-5
Not analysed yet
τί γὰρ ὑμῖν ὀνύχων ἔδει, τί δὲ τριχῶν; ἀλλʼ οὐδὲ χειρῶν ἴσως οὐδὲ ποδῶν. αἰδοῖα μόνον ὑμᾶς ἔδει ποιῆσαι καὶ γαστέρας καὶ τροφὴν παραθεῖναι καὶ τἄλλα, ὧν ἔστιν ἀπολαύειν. εἰ δὲ ἦν δυνατὸν παρὰ τῶν γυναικῶν προσλαβεῖν τὰ ἕτερα, δῆλον ὅτι παντελῶς τότʼ ἂν ἦμεν εὐδαίμονες, οὐ καθάπερ νῦν ἐνδεεῖς ὄντες, ἀλλʼ ὁλόκληροί τινες καὶ κατὰ φύσιν ἀνδρόγυνοι.