Ancient Greek
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 79-4
Not analysed yet
ἄλλως τε εἰ μὲν ἀτέλειαν ἢ χρήματα ἢ γῆν ἢ τοιοῦτόν τι δεδωκότες ἀφῃρεῖσθε, μᾶλλον ἂν ἴσως ἠδικοῦντο οἱ μετὰ ταῦτα εἰληφότες· ὁ γὰρ χρόνον τινὰ κατασχὼν τὰ τοιαῦτα ὠφέληταί τι καὶ προείληφεν· ἐπὶ δὲ τῆς τιμῆς οὐδέν ἐστι τοιοῦτον. οἱ μὲν γάρ εἰσιν εὐπορώτεροι καὶ τὸν ἄλλον χρόνον· ἃ γὰρ ἐκτήσαντο ἀπὸ τούτων ἔχουσιν· τοῖς δὲ τοὐναντίον ἀτιμοτέροις ὑπάρχει γεγονέναι. ὅπου μὲν γὰρ ἐλάττων ἡ ζημία τοῖς πολὺν χρόνον καρπωσαμένοις, ὅπου δὲ ἡ ἀτιμία μείζων τοῖς σφόδρα παλαιᾶς τιμῆς ἀφαιρουμένοις.