Ancient Greek · ~2 min
(14)ΡΟΔΙΑΚΟΣ.
Dio Chrysostomus Soph., Orationes 80-4
Not analysed yet
ὅτι τοίνυν οὐδὲ ἀσεβείας ἀπήλλακται τὸ γιγνόμενον μάλιστα, ὃν οὗτοί φασι τρόπον, κἂν ὑπερβολῆς ἕνεκα δόξω τισὶ λέγειν, οὐχ, ὡς πρότερον εἶπον, ὅτι πάντα ἁπλῶς ἀσεβήματά ἐστι τὰ περὶ τοὺς τεθνεῶτας γιγνόμενα, ἀλλὰ ὅτι καὶ πάντες ἥρωας νομίζουσι τοὺς σφόδρα παλαιοὺς ἄνδρας, κἂν μηδὲν ἐξαίρετον ἔχωσι, διʼ αὐτὸν οἶμαι τὸν χρόνον. τοὺς δὲ δὴ σεμνοὺς οὕτως καὶ τῶν μεγίστων ἠξιωμένους, ὧν ἔνιοι καὶ τελετὰς ἐσχήκασιν ἡρώων, τοὺς τοσαῦτα ἔτη κειμένους, ὥστε καὶ τὴν μνήμην ἐπιλελοιπέναι, πῶς ἔνι τῆς αὐτῆς τυγχάνειν προσηγορίας ἧς οἱ τεθνηκότες ἐφʼ ἡμῶν ἢ μικρὸν ἔμπροσθεν, ἄλλως δὲ μηδενὸς ἄξιοι φανέντες;