Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 96-3
Not analysed yet
οὐ γὰρ οὕτως τὸ κάλλος τῶν οἰκοδομημάτων προσάγειν αὐτὸν δύναται· πάντα γὰρ κρείττω καὶ πολυτελέστερα ἔχει τῶν ὅπου δήποτε· ἀλλʼ ὅταν ἀκούσῃ τοὺς ὑποδεξομένους αὐτὸν εὐνοίας καὶ πίστεως ἀξίους καὶ τῶν πεμπομένων ἕκαστος καὶ διοικούντων ὑμᾶς προτιμήσῃ. μὴ γὰρ οἴεσθε ὑμᾶς μὲν πυνθάνεσθαι περὶ τῶν καταπλεόντων, ὁποῖοί τινες τυγχάνουσιν ὄντες, καὶ τοιαύτην ἔχειν γνώμην εὐθὺς πρὸς αὐτούς, οἵας ἂν μετάσχητε τῆς φήμης, ἐκείνους δὲ περὶ ὑμῶν μὴ πολυπραγμονεῖν, ὁποῖος ὁ τῶν Ἀλεξανδρέων δῆμος. οὐκοῦν ἂν ἀκούσωσιν ὅτι φρόνιμος, ἀλλʼ οὐχ οἷα τὰ νῦν λεγόμενα, ὡς ἐπτοημένος, ὡς εὐχερής, τὰ μικρὰ θαυμάζων, ἥττων τοῦ τυχόντος ,ἐραστὴς ἡνιόχων καὶ κιθαρῳδῶν, οὐκ ἄδηλον ὅπως ἕξουσιν.