Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 97-3
Not analysed yet
Θεόφιλόν φασι παρʼ ὑμῖν γενόμενον ἄνδρα σοφὸν σιωπᾶν πρὸς ὑμᾶς καὶ μηδὲν ἐθέλειν διαλέγεσθαι. καίτοι τίνα γνώμην νομίζετε αὐτὸν ἔχειν; πότερον ὡς σοφοὺς ὑμᾶς καὶ μὴ δεομένους θεραπείας; ἢ μᾶλλον ὡς ἀνιάτων ἀπεγνωκέναι; παραπλήσιον γάρ, ὥσπερ εἴ τις τῶν ἐμπόρων πολλὰ καὶ τίμια ἔχων καταπλεύσειεν εἰς πόλιν, ἔπειθʼ ὑπʼ ἀνέμων τινῶν ἢ τύχης ἄλλης κρατούμενος καὶ διατρίβων ἐκεῖ χρόνον συχνὸν μήτε προθείη τῶν ὠνίων μηδὲν μήτε δείξειε μηδέποτε· δῆλον γὰρ ὡς ἐσχάτην τινὰ αὐτῶν πενίαν κατεγνωκὼς ἢ ἀπειρίαν οὐκ ἂν θέλοι μάτηνἐνοχλεῖσθαι, σαφῶς εἰδὼς ὅτι οὔτʼ ἂν ὠνήσαιτο τῶν ἀνθρώπων τούτων οὐθεὶς οὔτʼ ἂν ἴσως προσέλθοι.