Ancient Greek
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.
Dio Chrysostomus Soph., Orationes 98-5
Not analysed yet
καὶ Θεόφιλος τοίνυν πολλὰ ἔχων καὶ μεγάλα ἔνδον ὤνια παρʼ αὑτῷ ταῦτα, συνειδὼς ὑμῖν τὴν ἐσχάτην ἀπορίαν, οὐ χρημάτων, ἀλλὰ νοῦ καὶ συνέσεως. τοιγαροῦν τέθνηκε κατασιωπήσας ὑμῶν τὴν πόλιν, καὶ ὑμεῖς τοῦ δεῖνος μὲν πολλάκις ἀκηκόατε καὶ διαμέμνησθε τῶν σκωμμάτων αὐτοῦ καὶ τῶν τοῦ δεῖνος ᾀσμάτων, Θεοφίλου δὲ οὐκ οἶδα εἴ ποτε ἠκούσατε· ὥσπερ ἔφη τις τοὺς ἐν τῇ Ἀττικῇ κανθάρους, τοῦ καθαρωτάτου μέλιτος ὄντος, τοῦ μὲν μηδέποτε γεύσασθαι, μηδʼ ἂν ἐκχέηται, τῆς δὲ ἑτέρας τροφῆς.